Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.31 Dem. 25.34 (English) >>Dem. 25.38

25.33τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδʼ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ ἀπονοίας, ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δʼ οἷ τοῦτον ἀπελθεῖν δεῖ. 25.34θεωρεῖτε δὲ μὴ πρὸς τὸν ἐμὸν λόγον, ἀλλʼ εἰς ἅπαντα τὰ τῶν ἀνθρώπων ἔθη βλέποντες. εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν, ἐν δὲ τούτοις καὶ Προνοίας Ἀθηνᾶς ὡς ἀγαθῆς καὶ μεγάλης θεοῦ, καὶ παρὰ τῷ Ἀπόλλωνι ἐν Δελφοῖς κάλλιστος καὶ μέγιστος νεὼς εὐθὺς εἰσιόντι εἰς τὸ ἱερόν, ὃς ὢν θεὸς καὶ μάντις οἶδε τὸ βέλτιστον· ἀλλʼ οὐκ ἀπονοίας οὐδʼ ἀναιδείας. 25.35καὶ δίκης γε καὶ εὐνομίας καὶ αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλʼ οὐκ ἀναισχυντίας οὐδὲ συκοφαντίας οὐδʼ ἐπιορκίας οὐδʼ ἀχαριστίας, πάντα τούτῳ πρόσεστιν.

25.36οἶδα τοίνυν ὅτι τὴν μὲν ὀρθὴν καὶ δικαίαν ὁδὸν τῆς ἀπολογίας οὗτος φεύξεται, ἔξωθεν δὲ κύκλῳ περίεισιν λοιδορούμενος καὶ διαβάλλων καὶ ὑπισχνούμενος κρινεῖν, εἰσάξειν, παραδώσειν. ἔστιν δὲ πάντʼ αὐτῷ ταῦτα, ἐάνπερ ὑμεῖς ὀρθῶς σκοπῆτε, ἀδόκιμα. τί γὰρ οὐκ ἐξελήλεγκται τούτων ἐπὶ πάντων πολλάκις;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.31 Dem. 25.34 (English) >>Dem. 25.38

Powered by PhiloLogic